TLG 1278 001 :: CLITARCHUS :: Sententiae Sententiae Citation: Sententia — (line) | ||
t | ΕΚ ΤΩΝ ΚΛΕΙΤΑΡΧΟΥ ΠΡΑΓΜΑΤΙΚΩΝ ΧΡΕΙΩΝ ΣΥΝΑΓΩΓΗ | |
1 | Ἕπου θεῷ. | |
2 | γνῶθι σαυτόν. | |
3 | πατρίδα τὸν κόσμον ἡγοῦ. | |
4 | ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ σοφὸς μόνου θεοῦ (Sext. 49). | |
5 | ἄσκει μέγας εἶναι παρὰ τῷ θεῷ, παρὰ δὲ ἀνθρώποις ἀνεπίφθονος (Sext. 51). | |
6 | εὐσεβὴς οὐχ ὁ πολλὰ θύων, ἀλλ’ ὁ μηδὲν ἀδικῶν (cf. Sext. 47). | |
7 | ἡ ψυχή σου ἀεὶ ἔστω παρὰ θεῷ (Sext. 55b). | |
8 | διάνοια ἀνθρώπου θεὸν οὐ λανθάνει (Sext. 57a). | |
9 | δίκαιος ἀνὴρ εἰκὼν θεοῦ (cf. Sext. 190). | |
10 | ἐκ φιληδονίας ἀκολασία φύεται (Sext. 71b). | |
11 | ζήλου τὸν μηδενὸς δεόμενον (cf. Sext. 50). | |
12 | ὧν ἐπιθυμεῖ τις δοῦλός ἐστιν (Sext. 600, Υ only). | |
13 | ἐγκράτεια δὲ κρηπὶς εὐσεβείας (Sext. 86a). | 76 |
14 | εὔχου σοι γενέσθαι μὴ ἃ βούλει ἀλλ’ ἃ δεῖ (Sext. 88). | |
15 | ἃ δίδωσι παιδεία, ταῦτα οὐδείς σε ἀφαιρήσεται (Sext. 92). | |
16 | σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα μηδὲν ποιῇς ὃ μὴ δεῖ (Sext. 93). | |
17 | ψυχὴ καθαίρεται ἐννοίᾳ θεοῦ (Sext. 97). | |
18 | παντὸς οὗ καλῶς πράττεις θεὸν ἡγοῦ αἴτιον (Sext. 113). | |
19 | κακῶν θεὸς ἀναίτιος (Sext. 114). | |
20 | μεγαλοψυχίαν ἄσκει (Sext. 120). | |
21 | ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτα εὔχου σοι γενέσθαι μετὰ τοὺς πόνους (Sext. 125). | |
22 | ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ (Sext. 128). | |
23 | ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας (Sext. 137). | |
24 | ἐκ γὰρ φιλαργυρίας ἀδικία φύεται (Sext. 138). | |
25 | φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ (Sext. 141). | |
26 | ἀπλήρωτον γὰρ ἡ ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορον (Sext. 146). | |
27 | κακοὶ κολακευόμενοι κακίους (Sext. 149). | |
28 | αἱρετώτερον εἰκῇ λίθον βάλλειν ἢ λόγον (Sext. 152). | |
29 | σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγῃς εἰκῇ (Sext. 153). | |
30 | ῥήματα ἄνευ νοῦ ψόφοι (Sext. 154). | |
31 | βραχυλογίᾳ σοφία παρακολουθεῖ (Sext. 156). | 77 |
32 | μακρολογία σημεῖον ἀμαθίας (Sext. 157). | |
33 | ἀνδρὶ σοφῷ πᾶσα γῆ πατρίς. | |
34 | τῷ ψεύδει ὡς φαρμάκῳ χρῶ (Sext. 159). | |
35 | ὁπότε δεῖ πράττειν, λόγῳ μὴ χρῶ (Sext. 163a). | |
36 | περὶ ὧν οὐκ οἶδας, σιώπα, περὶ ὧν οἶδας, ὃ δεῖ λέγε (Sext. 162). | |
37 | λόγος παρὰ καιρὸν ἀνοίας ἔλεγχος (Sext. 163). | |
38 | ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν (Sext. 164a). | |
39 | ἐν συλλόγῳ πρῶτος λέγειν μὴ ἐπιτήδευε· (Sext. 164) μετὰ γὰρ πλείονας λέγων ὄψει μᾶλλον τὰ συμφέροντα (Sext. 165b). | |
40 | μεγάλῃ περιστάσει πρέπει ψεῦδος (Sext. 165c). | |
41 | μηδένα ἀπάτα, μάλιστα δὲ τὸν συμβουλίας δεόμενον (Sext. 165e). | |
42 | οὐδὲν οἰκειότερον σοφίᾳ ἢ ἀλήθεια (Sext. 168). | |
43 | οὐ δυνατὸν τὴν αὐτὴν φύσιν φιλόσοφόν τε εἶναι καὶ φιλοψευδῆ (Sext. 169). | |
44 | τοῦ λέγειν ἃ δεῖ τὸ ἀκούειν προτίμα (Sext. 171). | |
45 | τὰ τῶν παιδευομένων ἁμαρτήματα τῶν παιδευόντων ὀνείδη (Sext. 174). | |
46 | ὃν οὐκ οἶδας πῶς ποτ’ ἔχει παιδείας, τοῦτον μήποτε τολμήσῃς λέγειν εὐδαίμονα (cf. Sext. 538). | |
47 | οὐκ ἔστιν εὐγενῶς φιλοσοφεῖν πόνων καταφρονήσαντα | |
(Sext. 539). | 78 | |
48 | τοὺς λόγους σου ὁ βίος βεβαιούτω (Sext. 177). | |
49 | τῶν δογμάτων σου τὰ ἔργα ἀπόδειξις ἔστω (Sext. 547). | |
50 | ἄρχεσθαι μὴ μαθὼν ἄρχειν μὴ ἐπιχείρει. | |
51 | χαλεπώτερον εὐγενῶν νέων ἄρχειν ἢ λεόντων (Sext. 553). | |
52 | ἐν παντὶ ἀρχικώτατος ὁ φρονιμώτατος (Sext. 555). | |
53 | ἄνθρωπον μὲν ἀπατῆσαι δυνατὸν λόγῳ, θεὸν δὲ ἀδύνατον (Sext. 186). | |
54 | ἀγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας, δὶς ἀδικήσεις (Sext. 452). | |
55 | ἄρχων μὲν ἐπιτήδευε πρᾷος εἶναι, ἀρχόμενος δὲ μεγαλόφρων (Sext. 453). | |
56 | βασιλεῖ συμβούλευε τὰ συμφέροντα τῇ ἀρχῇ (Sext. 454). | |
57 | βασιλεῖ μὴ ἐπιχείρει συγγίνεσθαι μὴ δυνάμενος δυσω‐ πεῖν βασιλέα (Sext. 455). | |
58 | βασιλέα φρόνησις, οὐ διάδημα ποιεῖ· (Sext. 457) | |
59 | νοῦς γάρ ἐστιν ὁ ἄρχων (Sext. 458). | |
60 | ὁ βασιλεύων ἀνθρώπων καλῶς βασιλεύεται ὑπὸ τοῦ θεοῦ (Sext. 459). | |
61 | ὅταν ἐπὶ μικροῖς παύσῃ μέγα φρονεῖν, τότε ἄρξῃ μέγα φρονεῖν. | |
62 | οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ μὴ δύνασθαι γενναίως ἀποθανεῖν (Sext. 473). | |
63 | ἄνθρωπος ὅμοιον ἔχει θεῷ τὸ εὐεργετεῖν. | |
64 | φαύλοις ἄχρηστος δοκεῖ σοφὸς ἀνήρ (Sext. 214). | |
65 | ὑπὲρ πατρίδος ἀποθανεῖν εὐτυχές. | 79 |
66 | οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν (Sext. 10). | |
67 | οὐ σῴζεται μέρος ἄνευ τοῦ ὅλου (Sext. 485). | |
68 | οὐκ ἔστιν εὐσεβέστερον ἀνάλωμα τοῦ εἰς γονεῖς (Sext. 489). | |
69 | γάμει δυνατὸς ὢν ἄρχειν. | |
70 | ὅρος ἀφροδισίων παιδοποιΐα. | |
71 | μοιχός ἐστι τῆς αὑτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος (Sext. 231). | |
72 | αἰδούμενος τὴν γυναῖκα αἰδουμένην ἕξεις (Sext. 238). | |
73 | ἐφ’ ὅσον ἂν γαστρὸς ἄρξῃς, καὶ ἀφροδισίων ἄρξεις (Sext. 240). | |
74 | προὶξ πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ (Sext. 511). | |
75 | γυνὴ φιλόκοσμος οὐ πιστή (Sext. 513). | |
76 | τέκνα ζῆν μὲν οὐκ ἐφ’ ἡμῖν, καλῶς δὲ ζῆν ἐφ’ ἡμῖν (Sext. 255). | |
77 | διδασκάλους τίμα. | |
78 | γονέων διδάσκαλοι μείζους εὐεργέται (Sext. 536). | |
79 | φιλοπονία φύσιν διορθοῦται. | |
80 | ῥᾳθυμία φύσιν ἀπόλλυσιν. | |
81 | ὀψιμαθὴς γίνου ἢ ἀμαθής. | |
82 | πᾶν ἁμάρτημα χρόνου ζημία. | |
83 | φιλοπόνῳ χρόνος περισσεύει. | |
84 | τῶν ἐπὶ σχολῆς λόγων ἐν ταῖς περιστάσεσι μέμνησο. | |
85 | ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται (Sext. 75b). | |
86 | οὐκ ἔστιν ἐλεύθερον εἶναι κρατούμενον ὑπὸ παθῶν. | |
87 | ὕπνον προσίεσο διὰ τὸ ἀναγκαῖον. | |
88 | μὴ ταχέως τοὺς φίλους κτῶ. | |
89 | οὓς ἂν κτήσῃ φίλους κτῶ. | |
90 | σεαυτοῦ τὰ ἀτυχήματα τῶν φίλων ἡγοῦ, τῶν δὲ ἰδίων | |
εὐτυχημάτων κοινώνει τοῖς φίλοις. | 80 | |
91 | τελευτησάντων τῶν φίλων θρηνεῖν μὲν οὐκ εὐγενές, προνοεῖν δὲ τῶν οἰκείων ἐπιμελές. | |
92 | περιστάσεις δοκιμάζουσι φίλους. | |
93 | πῖνε μετὰ τὸ διψῆν. | |
94 | ἔσθιε μετὰ τὸ πεινῆν. | |
95 | ἄνθρωπος γαστρὸς ἥσσων ὅμοιος θηρίῳ (Sext. 270). | |
96 | μὴ ἐπιτείχιζε τῇ ψυχῇ σου τὸ σῶμα. | |
97 | ὅρος σιτίων ἔστω σοι τὸ μὴ πεινῆν. | |
98 | ἀκρόπολίς ἐστι σοφοῦ μεγαλοψυχία. | |
99 | ἀρετὴν μὲν ἔχων πάντα ἕξεις, κακίαν δὲ οὐδὲ σεαυτόν. | |
100 | ἰσχὺν σώματος πόνοι καταναγκάζουσι σιτίων μᾶλλον. | |
101 | ἡ ἰσχὺς τοῦ σώματός σου μὴ γινέσθω τῆς ψυχῆς ἀσθένεια. | |
102 | αἱροῦ τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι ἰσχύειν. | |
103 | ἰσχὺν δὲ ψυχῆς φρόνησιν νόμιζε. | |
104 | εἷς ἀνὴρ μυρίων περιγίνεται τῇ φρονήσει. | |
105 | τοῦτο σὸν κτῆμα οὐκ ἔστιν, ὃ παρόσον μεταδίδως τοῖς ἄλλοις αὐτὸς οὐχ ἕξεις (Sext. 295). | |
106 | ὃς ἂν τῶν ἐπαίνων καταφρονῇ, οὗτος καὶ τῶν ψόγων καταφρονεῖ (Sext. 299). | |
107 | ἀ[......] τοὺς φίλους ἡγοῦ. | |
108 | τὰ δίκαια μετὰ πειθοῦς αἱρετώτερον ποιεῖν ἢ μετὰ βίας. | |
109 | οὐ πρότερον γνώσῃ ὃ μὴ οἶσθα, πρὶν ἂν γνώσῃς οὐκ εἰδώς (Sext. 333). | |
110 | 〈ὀργὴν πλήθουσ〉 μὴ παρόξυνε (Sext. 343). | |
111 | ἔπαινον πλήθους μὴ θαύμαζε ἢ μὴ ἀτίμαζε. | 81 |
112 | θόρυβον τ[........]μάτων ἦχον. | |
113 | ψυχὴν σιτίοις μὴ ἐπιθολοῦ μηδὲ ἀμέτροι[ς .......]. | |
114 | κρεῖττον ἀποθανεῖν ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι (Sext. 345). | |
115 | ἄμεινον εἰδέναι ἀγνοοῦντα ὅτι ἀγνοεῖ ἢ δοκεῖν μὴ γινώσκοντα γινώσκειν. | |
116 | μέθης καιρὸς οὐδὲ εἷς οὐδενὶ ἐπεὶ μηδὲ τοῦ ληρεῖν. | |
117 | νέος εὐφυέστατος μὴ παιδαγωγίᾳ συζῶν διαφερόντως γίνεται κακός. | |
118 | ἀνόητος τὴν ἑαυτοῦ δόξαν προτιμᾷ τοῦ κοινῇ συνοί‐ σοντος. | |
119 | νέαις ψυχαῖς καὶ ἁπαλαῖς μεγάλους κινδύνους καὶ πόνους μὴ ἐπίβαλλε. | |
120 | ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῇς (Sext. 385). | |
121 | περιστάσεις εὐδαιμονίαν οὐδαμῶς ἀφαιροῦνται (Sext. 387). | |
122 | ὅσα δίδωσι τύχη, ταῦτα περιστάσεις ἀφαιροῦνται. | |
123 | οὐκ ἔστιν εὐκλεῶς ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως 〈πράττειν〉. | |
124 | [........] βίαιον μάθημα. | |
125 | ψυχὴ καθαίρεται κακίας ἀπαλλαγῇ. | |
126a | 〈τὰ ὦτά σου μὴ〉 πᾶσιν ὕπεχε· (cf. Sext. 409) | |
126b | λόγος γὰρ κακὸς κακῶν ἡγεμών ἐστιν. | |
127 | δύναμιν μεγ[........] φρονήσεως οὐκ ἂν εὕροις. | |
128 | πολλὰ βουλευόμενος ἔπειτα πρᾶττε ὡς ἐξουσίαν μὴ ἔχων ἐπανορθοῦσθαι τὰ πραχθέντα. | |
129 | φύσεως ἀντιπραττούσης πάντα κενά. | 82 |
130 | τρίχας τὰς τοῦ σώματος μὴ δυνάμενος φέρειν πῶς οἴσεις πανοπλίαν; | |
131 | τρίβων καὶ κόμη καὶ γένειον ἀγαθῷ μὲν ἀνδρὶ οἰκεῖα, κακῷ δὲ στίγματα. | |
132 | οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει (Sext. 325). | |
133 | μαντικὴ ἀνδρὸς σοφοῦ εὐβουλία. | |
134 | εὐεργετοῦντά σε ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν (Sext. 319). | |
135 | μακάριος οὗ ὁ θεὸς κηδεμών ἐστιν (cf. Sext. 424). | |
136 | οὐκ ἔστιν ἅμα δουλεύειν ἡδονῇ καὶ θεῷ (Sext. 574). | |
137 | σοφοῦ ζῶντος δόξα μὲν ὀλίγη, μετὰ δὲ τὴν τελευτὴν τὸ κλέος ᾄδεται (Sext. 53). | |
138 | μὴ τὸ ἔχειν ἀρετὴν καλὸν νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὑπὲρ ὧν δεῖ. | |
139 | ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. | |
140 | ὀφείλομεν ἑαυτοὺς ἐθίζειν ἀπὸ ὀλίγων ζῆν, ἵνα μηδὲν αἰσχρὸν ἕνεκεν χρημάτων πράττειν μάθωμεν. | |
141 | κρεῖττον ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον ἢ πολλοὺς μηδενὸς ἀξίους. | |
142 | τῆς ψυχῆς ὡς ἡγεμόνος ἐπιμελοῦ, τοῦ δὲ σώματος ὡς στρατιώτου προνόει. | |
143 | πᾶν τὸ πλεῖον ἀνθρώπῳ πολέμιον (Sext. 140). φιλῶν ἃ μὴ δεῖ [sic] λήσεταί σε τὰ καλὰ σπουδάσοντα περὶ τὰ μὴ καλά (Sext. 141—2; Clit. 25). | |
144 | ὃ μὴ θέλεις ἀκούειν μηδὲ εἴπῃς· ὃ μὴ θέλεις λέγειν μηδ’ ἄκουε. | |
ὤτων καὶ γλώττης μέγας ὁ κίνδυνος. | 83 |